previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[33] καὶ Λυδοῖς. καὶ ἦν τότε Ἀλκμέων οὐδεμιᾶς ἄξιος δραχμῆς, ὡς εἶχεν ἱστάμενος. οὔτε οὖν ἐπὶ τούτοις, ὡς ἔφην, ζηλοτυπήσειεν ἄν, οὔτε εἴ τινα βλέποι θαυμαζόμενόν τε καὶ ὑμνούμενον ὑπὸ ἀνθρώπων μυρίων δισμυρίων, εἰ δὲ βούλει, κροτούμενον καὶ ταινιούμενον, κορωνιῶντα καὶ γαυριῶντα, καθάπερ ἵππον ἐπὶ νίκῃ, παραπεμπόμενον ὑπὸ πλειόνων ὁπόσοι προπέμπουσι τοὺς νυμφίους: αὐτὸς δὲ ἀδοξότερος μὲν εἴη τῶν πτωχῶν, ἐρημότερος δὲ τῶν ἐν ταῖς ὁδοῖς ἐρριμμένων, μηδενὸς δὲ ἀξιούμενος παρὰ μηδενὶ λόγου, καθάπερ Μεγαρέας ποτέ φασι, διὰ τὸ μὴ δύνασθαι θεραπεύειν μηδὲ πρὸς χάριν ὁμιλεῖν, ἅτε αὐστηρὸς ὢν τὴν φύσιν καὶ ἀληθείας φίλος, οὐδὲν ἀποκρυπτόμενοςοὐδὲ οὕτως πείσεται τὸ τῶν κεραμέων τε καὶ τεκτόνων καὶ ἀοιδῶν οὐδὲ καμφθήσεταί ποτε δἰ ἔνδειαν δἰ ἀτιμίαν οὐδὲ μεταβαλεῖ τὸν αὑτοῦ [p. 217]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: