Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[18]
οὐ γάρ εἰμι ἔμπειρος αὐτοῦ τῆς διανοίας. ἀλλὰ νῦν, ἔφη, γνώσῃ
καὶ τὴν διάνοιαν: ἥκω γὰρ ἐπ᾽ αὐτὸ τοῦτο, ἐμαυτόν τε παρέξων
σοι καταμαθεῖν καὶ σὲ ὀψόμενος. ἀλλὰ χαλεπῶς, ἔφη, με ἂν ἴδοις,
ὥσπερ τὸ φῶς οἱ τὰ ὄμματα ἀσθενεῖς. τόδε δέ μοι εἰπέ, σὺ ἐκεῖνος
εἶ Ἀλέξανδρος, ὃν λέγουσιν ὑποβολιμαῖον; καὶ ὃς ἀκούσας ἠρυθρίασε
μὲν καὶ ὠργίσθη, κατέσχε δ᾽ ἑαυτόν: μετενόει δέ, ὅτι εἰς
λόγους ἠξίωσεν ἐλθεῖν ἀνδρὶ σκαιῷ τε καὶ ἀλαζόνι, ὡς αὐτὸς ἐνόμιζεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.