previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[13] ὑπὸ μηδενὸς τῶν ἀνταγωνιστῶν λειφθήσεσθαι. ἡδονὰς δὲ τίς μείζονας ἥσθη, ὅστις φιλοτιμότατος ὢν ἀεὶ ἐνίκα καὶ θαυμαζόμενος ᾐσθάνετο; καί μοι δοκοῦσι σφόδρα αὐτὸν ἀγαπῆσαι οἱ θεοὶ καὶ μάλιστα τῇ τελευτῇ τιμῆσαι, ὡς ἂν μηδενὸς πειραθείη τῶν χαλεπῶν. ἀνάγκη γὰρ αὐτῷ ἦν προβαίνοντι ἀντὶ μὲν καλλίστου αἰσχροτέρῳ γίγνεσθαι, ἀντὶ δὲ ἰσχυροτάτου ἀσθενεστέρῳ, ἴσως δὲ καὶ λειφθῆναί του. ὅστις δὲ τοῖς μεγίστοις ἀγαθοῖς συναπέρχεται τὰ ἄριστα πράξας, οὗτος εὐδαιμονέστατα τελευτᾷ. εὕροι δ̓ ἄν τις καὶ τῶν παλαιῶν τοὺς θεοφιλεῖς ὠκυμόρους. Τίνας, ἔφη, τούτους λέγεις; Τὸν Ἀχιλλέα, εἶπον, καὶ Πάτροκλον καὶ Ἕκτορα καὶ Μέμνονα καὶ Σαρπηδόνα. ἔτι δὲ ἄλλους ὀνομάζοντος ἐμοῦ, Ταῦτα μέν, ἔφη, καλῶς εἶπας εἰς παραμυθίαν ἀνθρώπων, καὶ ἔγωγε ἐβουλόμην σου ἔτι ἀκούειν: ἀλλὰ γὰρ ὥρα γυμνάζειν τὸν παῖδα, καὶ ἀπέρχομαι. [p. 295]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: