Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[40]
ὑμῖν πράττεται. τὸ γὰρ ἀξίωμα τῆς πόλεως καὶ τὸ μέγεθος οὐδὲνἄγνωστον ἐᾷ τῶν ἐν αὐτῇ, καὶ τὸ σεμνότερον ὑμᾶς ἁπάντων ἐν τοῖς
ἄλλοις ἑαυτοὺς ἄγειν, ἔτι δὲ οἶμαι τὸ πράττειν ἄριστα τῶν Ἑλλήνων,
φθόνον κινεῖ καὶ ζηλοτυπίαν, ὥστε πολλοὺς εἶναι τοὺς ἐξετάζοντας,
ἐάν τι δοκῆτε ἁμαρτάνειν. οὐκοῦν οἱ μὲν ὅπως ὅ,τι
πράττουσιν ἀγνοεῖσθαι μᾶλλον ἐθέλοντες κακίας τοῦτο σημεῖον ἐκ-[p. 231]
φέρουσιν: οἱ δ᾽ ἅ μηδεὶς ἀγνοεῖ λανθάνειν νομίζοντες εὐηθείας:
οἷς ἀμφοτέροις οὐκ ἂν ἕλοισθε ἔνοχον εἷναι τὴν πόλιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.