Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[68]
ταῦτα μὲν οὖν μὴ ἄλλως νόμιζε
πραχθῆναι ἢ ὡς ἐγὼ λέγω. πολὺ γὰρ πιστότερον ἑκόντα Τυνδάρεων
κηδεῦσαι τοῖς βασιλεῦσι τῆς Ἀσίας, καὶ Μενέλἁ̣̣̓ν τῆς μνηστείας
ἀπελπίσαντα βαρέως ἐνεγκεῖν, καὶ Ἀγαμέμνονα φοβηθῆναι
[p. 133]
τοὺς Πριαμίδας μὴ κατάσχωσι τὴν Ἑλλάδα, ἀκούοντα καὶ Πέλοπα
τὸν αὑτοῦ πρόγονον, ἐκ τῆς αὐτῆς ὄντα χώρας, διὰ τὸ κῆδος τὸ
Οἰνομάου τὴν Πελοπόννησον κατασχεῖν, καὶ τοὺς ἄλλους ἡγεμόνας
συνάρασθαι τοῦ πολέμου, μνησικακοῦντας, ὅτι αὐτὸς ἕκαστος οὐκ
ἔγημεν, ἢ ἐρασθῆναι μὲν Ἀλέξανδρον ἧς ἠγνόει γυναικός, ἐπιτρέψαι
δὲ αὐτῷ τὸν πατέρα πλεῦσαι τοιαύτης ἕνεκα πράξεως, καὶ ταῦτα,
ὥς φασιν, οὐ πάλαι τῆς Τροίας ἁλούσης ὑπὸ Ἑλλήνων καὶ τοῦ
πατρὸς αὐτοῦ Λαομέδοντος ἀποθανόντος:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.