previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[50] κοινὸν δ᾽ οὖν ἐπὶ πᾶσιν ὥρισται δίκαιον, τὸ πάνθ᾽ ὅσα δικαίως τις ἔλαβεν, ἄν τε καθάπαξ τύχῃ λαβὼν ἄν τε εἴς τινα χρόνον, καθάπερ οἶμαι τὰς ἀρχάς, βεβαίως [p. 234] ἔχειν καὶ μηδένα ἀφαιρεῖσθαι. πῶς οὖν δικαιότερον ἔστιν ὁτιοῦν ἔχειν εἴ τις ἀνὴρ ἀγαθὸς γενόμενος καὶ χάριτος ἄξιος ἀντὶ πολλῶν καὶ καλῶν τύχοι τιμῆς; παρὰ τίνος κυριωτέρου καὶ μείζονος παρὰ τοῦ Ῥοδίων δήμου καὶ τῆς ὑμετέρας πόλεως; καὶ γὰρ τοῦτο οὐ σμικρόν ἐστι, τὸ μὴ Καλυμνίους εἶναιτοὺς δεδωκότας τοὺς κακοβούλους τούτους Καυνίους. ὥσπερ ἐπὶ τῶν ἰδιωτικῶν, ὅσῳ τις ἂν κρείττω καὶ πιστότερον δεικνύῃ, παρ᾽ οὗ τυγχάνει τι κτησάμενος, τοσούτῳ κρατεῖ καὶ οὐδεὶς ἂν ἀμφισβητήσειεν αὐτῷ. καίτοι πᾶσα πόλις, ἣν ἂν εἴπῃ τις, ἑνὸς ἀνδρὸς ἰδιώτου, κἂν σεμνότατος , πιστοτέρα τῷ παντὶ καὶ κρείττων,καὶ τὰ κοινῇ γιγνόμενα τῶν κατ᾽ ἰδίαν πραττομένων ἰσχυρότερα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: