Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[105]
τοῦ Διὸς λύτρων δοθέντων, τέως δὲ τὴν Ἀφροδίτην ἐπιμεληθῆναι
καὶ τὸν Ἀπόλλω τοῦ διαμεῖναι τὸν νεκρόν. οὐκ ἔχων δὲ
ὅ,τι ποιήσῃ τὸν Ἀχιλλέα, ἐπεὶ ἔδει αὐτὸν ὑπὸ τῶν Τρώων τινὸς
ἀνῃρῆσθαι: οὐ γὰρ δὴ καὶ τοῦτον ἔμελλεν, ὥσπερ καὶ τὸν Αἴαντα,
ὑφ᾽ ἑαυτοῦ ἀποθανόντα ποιεῖν, φθονῶν τῆς δόξης τῷ ἀνελόντι:τὸν Ἀλέξανδρόν φησιν ἀποκτεῖναι αὐτόν, ὃν πεποίηκε τῶν Τρώων
κάκιστον καὶ δειλότατον καὶ ὑπὸ τοῦ Μενελάου μικροῦ δεῖν ζωγρηθέντα,
γρηθέντα, ὃν λοιδορούμενον ἀεὶ πεποίηκεν, ὡς μαλθακὸν αἰχμητὴν
καὶ ἐπονείδιστον ἐν τοῖς Ἕλλησι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.