Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[46]
μετὰ δὲ ταῦτα, ἔφη, φοβούμενος τοὺς
Τυνδαρίδας ὁ Ἀγαμέμνων: ἠπίστατο γὰρ ὅτι ξένος ὢν καὶ ἔπηλυς
ἄρχοι τῶν Ἀργείων: ἐβούλετο προσλαβεῖν αὐτοὺς κηδεύσας, καὶ
διὰ τοῦτο ἔγημε Κλυταιμνήστραν: τὴν δὲ Ἑλένην ἐμνήστευε μὲν
τῷ ἀδελφῷ, οὐδεὶς δὲ ἔφασκε τῶν Ἑλλήνων ἐπιτρέψειν, καὶ γὰρ
προσήκειν ἕκαστος αὑτῷ τοῦ γένους μᾶλλον ἢ Μενελάῳ, Πελοπίδῃ
ὄντι. ἧκον δὲ καὶ ἔξωθεν πολλοὶ μνηστῆρες διά τε τὴν δόξαν τὴν
περὶ τοῦ κάλλους καὶ τὴν δύναμιν τῶν ἀδελφῶν καὶ τοῦ πατρός.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.