Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[22]
δεδωκέναι ἄν. ἐξενίσαμεν δὲ αὐτὸν ὡς ἠδυνάμεθα κάλλιστα καὶ
δύο ἐλάφεια δέρματα ἐδώκαμεν: κἀγὼ ἠκολούθησα εἰς τὴν πόλιν.
ἔφη γὰρ ἀνάγκην εἶναι τὸν ἕτερον ἐλθεῖν καὶ διδάξαι περὶ τούτων.
εἶδον οὖν, οἷα καὶ πρότερον, οἰκίας πολλὰς καὶ μεγάλας καὶ
τεῖχος ἔξωθεν καρτερὸν καὶ οἰκήματά τινα ὑψηλὰ καὶ τετράγωνα
[p. 194]
ἐν τῷ τείχει, τοὺς πύργους καὶ πλοῖα πολλὰ ὁρμοῦντα ὥσπερ
ἐν λίμνῃ ἐν τῷ λιμένι κατὰ πολλὴν ἡσυχίαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.