Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[41]
τοὺς δὲ ὑπηκόους ἅπαντας ἡγούμενος δούλους καὶ ὑπηρέτας
τῆς αὑτοῦ τρυφῆς, οὐδὲ ποιμένος ἐπιεικοῦς ἔχων ἦθος, σκέπης
καὶ νομῆς προνοούμενος τοῖς αὑτοῦ κτήνεσιν, ἔτι δὲ θῆρας ἀπαμύνων
καὶ φῶρας προφυλάττων, ἀλλ᾽ αὐτὸς πρῶτος διαρπάζων
τε καὶ φθείρων καὶ τοῖς ἄλλοις ἐπιτρέπων, καθάπερ, οἶμαι, πολεμίωνλείαν, οὐκ ἄν ποτε εἴποιμι τὸν τοιοῦτον ἄρχοντα ἢ αὐτοκράτορα
ἢ βασιλέα, πολὺ δὲ μᾶλλον τύραννον καὶ λευστῆρα, ὥς
[p. 41]
ποτε προσεῖπεν ὁ Ἀπόλλων τὸν Σικυώνιον τύραννον, εἰ καὶ πολλὰς
μὲν ἔχοι τιάρας, πολλὰ δὲ σκῆπτρα ὑπακούοιεν αὐτῷ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.