previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[15] ἂν ὠφεληθείη οὐδ̓ ὑπὸ τῆς πάσης ἡσυχίας τε καὶ ἐρημίας. οἶδα γὰρ ἔγωγε καὶ τῶν κυνῶν τὰς μὲν καλῶς ἀχθείσας καὶ φιλοπόνους, ἐπειδὰν ἀφεθῶσιν, εὐθὺς ἀναζητούσας τὸ ἴχνος, καὶ οὐδ̓ εἰ πάντες ἀποκαλοῖεν, οὐκ ἄν ποτε τοῦτο ἀπολειπούσας, οὐδ̓ εἰ πολλαὶ μὲν φωναὶ πανταχόθεν φέροιντο, πολλαὶ δὲ ὀσμαὶ ἀπό τε τῶν καρπῶν καὶ ἀνθῶν ἐμπλέκοιντο, πολὺ δὲ πλῆθος ἀνθρώπων τε καὶ [p. 263] ἄλλων ζῴων φαίνοιτο καὶ ἴχνη τὰ μὲν ἵππων, τὰ δὲ βοῶν, τὰ δὲ προβάτωνοὐδὲν οὔτε ὁρᾷ τούτων οὔτε αἰσθάνεται αὐτῶν οὐδενός, ἀλλὰ ἐκεῖνο παριδοῦσα πανταχόθεν ἐκλέγει τὸ ἴχνος κἀκείνῳ ἕπεται, μέχρις ἂν εὕρῃ τε καὶ ἀναστήσῃ τὸν λαγών, καὶ μετὰ ταῦτα κατέχει διώκουσα, δἰ ὁποίων ἄν ποτε ἴῃ χωρίων, καὶ οὔτε πεδίον οὔτε ὄρος οὔτε τὰ λίαν τραχέα οὔτε χαράδρα ῥεῦμα ἀποκωλύει αὐτήν, πολλούς τινας δρόμους τοῦ λαγὼ θέοντος καὶ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: