Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[64]
ταῦτα δὴ ἀκούοντες, οἱ μέν τινες ὠργίζοντο καὶ
ἀτιμίαν τῷ ὄντι ἐνόμιζον τῆς Ἑλλάδος τὸ γεγονός, οἱ δέ τινες
ἤλπιζον ὠφεληθήσεσθαι ἀπὸ τῆς στρατείας: δόξα γὰρ ἦν τῶν ἐν
τῇ Ἀσίᾳ πραγμάτων ὡς μεγάλων καὶ πλούτου ὑπερβάλλοντος. εἰ
μὲν οὖν ἡττήθησαν ὑπὸ τοῦ Μενελάου μνηστεύοντες τὴν Ἑλένην,
οὐκ ἂν ἐφρόντισαν, ἀλλὰ τοὐναντίον ἐφήδεσθαι ἔμελλον αὐτῷ: νῦν
[p. 132]
δὲ τὸν Ἀλέξανδρον ἐμίσουν ἅπαντες, αὐτὸς ἕκαστος ἡγούμενος
ἀφῃρῆσθαι τοῦ γάμου. οὕτω δὲ τῆς στρατείας γενομένης, πέμψας
ὁ Ἀγαμέμνων ἀπῄτει τὴν Ἑλένην: προσήκειν γὰρ αὐτὴν Ἑλληνίδα
οὖσαν γαμηθῆναί τινι τῶν Ἑλλήνων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.