Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[118]
ἦν οὖν ἀθυμία καὶ παρὰ τοῖς Τρωσίν, εἰ μηδέποτε παύσονται
τοῦ πολέμου μηδὲ ἔσται μηδὲν αὐτοῖς πλέον νικῶσιν. ὅ τε
Πρίαμος ἄλλος ἐγεγόνει μετὰ τὴν Ἀλεξάνδρου τελευτήν, σφόδρα
ἀνιαθεὶς καὶ φοβούμενος ὑπὲρ τοῦ Ἕκτορος. πολὺ δὲ φαυλότερον
ἔσχε τὰ τῶν Ἀχαιῶν Ἀντιλόχου τε καὶ Αἴαντος τεθνηκότων: ὥστε
πέμπουσι περὶ συμβάσεων, φάσκοντες ἀπιέναι γενομένης εἰρήνης
καὶ ὅρκων ὀμοσθέντων μηκέτι στρατεύσειν μήτε αὐτοὺς εἰς τὴν
Ἀσίαν μήτε ἐκείνους ἐπὶ τὸ Ἄργος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.