Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[138]
ἡ μὲν γὰρ ἀτέλεια τοὺς λαβόντας εὐπορωτέρους ποιεῖ,
καὶ οὗτοι μάλιστα ἐπιθυμοῦσιν αὐτῆς οἵτινες ἂν ὦσι περὶ χρήματα
ἐσπουδακότες: ἡ δὲ εἰκὼν τὸ σεμνὸν μόνον ἔχει καὶ τὸ τῆς
τιμῆς. ὅσῳ δὴ πάντες εἴποιμεν ἂν κρείττους τοὺς προῖκα καὶ δόξης
μᾶλλον ἕνεκεν αἱρουμένους εὖ τινας ποιεῖν τῶν ἐπ᾽ ἀργυρίῳ
καὶ διὰ κέρδος, τοσούτῳ φαίην ἂν ἔγωγε οὐ μόνον ἀμείνους ἀνθρώπους
ἀδικεῖν τοῦτο τὸ ἔθος, ἀλλὰ καὶ ὑπὸ βελτιόνων ὑμᾶς κωλύειν
εὖ πάσχειν ἤπερ ἐκείνους ὁ νόμος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.