Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[143]
μὴ τοίνυν εἰ πρότερον ἤρξατο καὶ
χρόνος πλέων γέγονε, διὰ τοῦτο ἔλαττον ὑμῖν νομίζετε προσήκειναὐτὸ ἀνελεῖν: οὐδὲν γὰρ ἥττονα αἰσχύνην ὄφλουσιν οἱ φυλάττοντες
τὰ τοιαῦτα τῶν παραδεξαμένων, ἀλλὰ τοὐναντίον μᾶλλον ὑπόκεινται
τοῖς βουλομένοις αἰτιᾶσθαι. τὸ μέν γε πρῶτον γιγνόμενον
οὐδὲ λαθεῖν ἀδύνατον τοὺς τότε, καὶ ταῦτα φυλαττομένων ἔτι τῶν
ποιούντων: τὸ δὲ ἐκ πολλοῦ συμβαῖνον ἀνάγκη μηδένα ἀγνοεῖν,
ἄλλως τε παντελῶς ἀνῃρημένης ὑμῖν τῆς προφάσεως ταύτης, οἵ
γε περὶ αὐτοῦ τούτου κάθησθε κρίνοντες. ὥσπερ οὖν εἰ ἄρξασθαί
τινος ἔδει τῶν καλῶν ὑμᾶς, οὐκ ἂν ὠκνεῖτε διὰ τοῦτο, ὁμοίως εὐλόγως
ἔχει, κἂν λῦσαί τι τῶν φαύλων δέῃ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.