Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
οὕτω πάνυ κατεφρόνει τῶν ἀνθρώπων,
καὶ οὐθὲν αὐτῷ ἔμελεν, εἰ δόξει μηθὲν λέγειν ἀληθές. οὐ γὰρ
δὴ πείσειν γε ἐνόμιζέ τινα ὡς ἐπίσταιτο τοὺς παρὰ τοῖς θεοῖς
γενομένους ὑπὲρ αὑτοῦ λόγους. ἔφη γὰρ ἀκοῦσαι ἅπαντα καὶτοὺς πολλοὺς ἔπεισε. διηγεῖται δὲ καὶ τὴν συνουσίαν τὴν τοῦ
Διὸς πρὸς τὴν Ἥραν ἐν τῇ Ἴδῃ γενομένην καὶ τοὺς λόγους οὓς
εἶπε πρὸ τῆς συνουσίας, ὡς αὐτὸς ἑωρακώς τε καὶ ἀκηκοώς, καὶ
οὐδὲν αὐτὸν ἐκώλυσεν, ὡς ἔοικε, τὸ νέφος, ὅ περιεκάλυψεν ὁ Ζεὺς
τοῦ μὴ φανερὸς γενέσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.