Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[91]
ποία γὰρ ἔτι τηλικαύτη δύναμις ἢ τίς οὕτως ἀνὴρ ἄμαχος καὶ
θεοῦ ῥώμην ἔχων, ὃς ἐπιφανεὶς ἐδύνατο σῶσαι τοὺς ἀπολωλότας
ἤδη; τὸ γὰρ τῶν Μυρμιδόνων πλῆθος πόσον τι πρὸς τὴν σύμπασαν
ἦν στρατιάν; ἢ τὸ τοῦ Ἀχιλλέως σθένος, οὐ δήπου τότε
πρῶτον μέλλοντος μάχεσθαι, πολλάκις δὲ ἐν πολλοῖς τοῖς ἔμπροσθενἔτεσιν εἰς χεῖρας ἐλθόντος, καὶ μήτε τὸν Ἕκτορα ἀποκτείναντος
μήτε ἄλλο μηθὲν εἰργασμένου μέγα, εἰ μή γε Τρωίλον
παῖδα ἔτι ὄντα τὴν ἡλικίαν ἑλόντος;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.