Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
ταῦτα τοίνυν ἡγεῖσθε, ἄνδρες Ῥόδιοι, πάνυ φαύλως παρ᾽ ὑμῖν
ἔχοντα καὶ τῆς πόλεως οὐκ ἀξίως, τὰ περὶ τοὺς εὐεργέτας λέγω
καὶ τὰς τιμὰς τῶν ἀγαθῶν ἀνδρῶν, οὐκ ἀρχῆθεν ὑμῶν οὕτω τῷ
πράγματι χρωμένων: πόθεν; τοὐναντίον γὰρ ὥσπερ ἄλλ᾽ ἄττα τῶν
ὑμετέρων διαφερόντως ἄν τις ἀποδέξαιτο καὶ θαυμάσειεν, οὕτω
μοι δοκεῖτε καὶ τιμῆς μάλιστα προνοῆσαι: γνοίη δ᾽ ἄν τις εἰς
τὸ τῶν εἰκόνων πλῆθος ἀπιδών: μοχθηροῦ δὲ ἄλλως κατεσχηκότος
ἔθους ἔκ τινος χρόνου, καὶ μήτε τιμωμένου λοιπὸν παρ᾽
ὑμῖν μηδενός, εἰ βούλεσθε τἀληθὲς εἰδέναι, τῶν τε πρότερον γενναίων
ἀνδρῶν καὶ περὶ τὴν πόλιν προθύμων, οὐκ ἰδιωτῶν μόνον,
ἀλλὰ καὶ βασιλέων καί τινων δήμων ὑβριζομένων καὶ τὰς τιμὰς
ἀποστερουμένων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.