Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[126]
ἐγὼ δὲ καὶ καθόλου τοὺς τηλικοῦτον ἐφ᾽ αὑτοῖς φρονοῦντας
ἡλίκον ὑμεῖς δικαίως οὐ πρὸς ἑτέρους ἀποβλέπειν οἴομαι δεῖν ἐν
οἷς πράττουσιν, ἄλλως τε τοὺς τοσοῦτον χείρονας, ἀλλὰ πρὸς τὴνἑαυτῶν δόξαν καὶ τὸ τῆς πόλεως ἀξίωμα. γελοῖον γὰρ ἂν ἦν, εἰ
τῶν ὑμετέρων τις πολιτῶν, Δωριεὺς ἐκεῖνος ἢ Λεωνίδας, οὓς τοσαυτάκις
φασὶν Ὀλυμπίασι νικῆσαι, πρὸς ἄλλον τινὰ ὁρῶν ἐγυμνάζετο,
καὶ ταῦτά γε μηδέποτε στεφανωθέντα. τοῖς μέντοι Λακεδαιμονίοις
ἢ τοῖς Ἀθηναίοις εἰ βούλεσθε ἀντεξετάζεσθαι, συγχωρῶτοῖς τότε οὖσιν, ὅτε αὐτοῖς εἰκότως ἄν τις τῶν ὁμοίων ὑμῖν
συνεκρίνετο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.