Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[38]
ἑνὸς ἀνδρὸς ἐξαπατηθέντες ὥστε καὶ ὀμόσαι ἕκαστος. ἔφη δὲ
πᾶσαν τὴν πρότερον ἱστορίαν γεγράφθαι παρ᾽ αὐτοῖς, τὴν μὲν
ἐν τοῖς ἱεροῖς, τὴν δ᾽ ἐν στήλαις τισί, τὰ δὲ μνημονεύεσθαι μόνον
ὑπ᾽ ὀλίγων, τῶν στηλῶν διαφθαρεισῶν, πολλὰ δὲ καὶ ἀγνοεῖσθαι
τῶν ἐν ταῖς στήλαις γεγραμμένων διὰ τὴν ἀμαθίαν τε καὶ ἀμέλειαν
τῶν ἐπιγιγνομένων: εἶναι δὲ καὶ ταῦτα ἐν τοῖς νεωτάτοις τὰ περὶ
τὴν Τροίαν: τὸν γὰρ Μενέλαον ἀφικέσθαι παρ᾽ αὐτοὺς καὶ διηγήσασθαι
ἅπαντα ὡς ἐγένετο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.