Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[163]
ἢ γυμνάσιον ἔλθωσιν, ἧττον ἀρρύθμως κινουμένους: ἔτι
πρὸς τούτοις τῆς ἐσθῆτος ὁ τρόπος, τὸ ἴσως ἄν τινι γελοῖον φανέν,
τῆς πορφύρας τὸ μέτρον: τὰ φανερώτερα ἤδη, τὸ μεθ᾽ ἡσυχίας
θεωρεῖν, ὁ ποππυσμός: πάντα ταῦτα σεμνὴν τὴν πόλιν ποιεῖ, διὰ
ταῦτα τῶν ἄλλων διαφέρειν δοκεῖτε, ἐπὶ τούτοις ἅπασι θαυμάζεσθε,ἀγαπᾶσθε: τῶν λιμένων, τῶν τειχῶν, τῶν νεωρίων μᾶλλον
ὑμᾶς κοσμεῖ τὸ ἐν τοῖς ἔθεσιν ἀρχαῖον καὶ Ἑλληνικόν, τὸ παρ᾽
ὑμῖν μὲν ὅταν τις γένηται, εὐθὺς αὐτὸν ἀποβάντα εἰδέναι, κἂν
τύχῃ βάρβαρος ὤν, ὅτι οὐ πάρεστιν εἴς τινα πόλιν τῆς Συρίας ἢ
τῆς Κιλικίας: παρ᾽ ἄλλοις δὲ ἂν μή τις ἀκούσῃ τοῦ τόπου τὸ
ὄνομα, φέρε εἰπεῖν ὅτι καλεῖται Λύκειον ἢ Ἀκαδήμεια, μηθὲν διαφέρειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.