Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[82]
ἀλλ᾽ ἐὰν μὲν δοράτιον ἐξέλῃ τις ἐκ τῆς χειρὸς
ἢ κράνους ἀπορρήξῃ τὸν λόφον ἢ τὴν ἀσπίδα τοῦ βραχίονος
ἢ χαλινὸν ἵππου, τῷ δημοσίῳ τοῦτον εὐθὺς παραδώσετε, καὶ τὴν
αὐτὴν ὑπομενεῖ τιμωρίαν τοῖς ἱεροσύλοις, ὥσπερ ἀμέλει καὶ πολλοὶ
τεθνήκασι διὰ τοιαύτας αἰτίας, καὶ πλέον οὐδὲν λέγουσιν αὐτοῖς
ὅτι τῶν ἀνωνύμων τινὰ καὶ σφόδρα παλαιῶν ἐλωβήσαντο εἰκόνων:
δημοσίᾳ δὲ ἡ πόλις τῷ παντὶ χείρων καὶ φαυλοτέρα φανεῖται
περὶ τοὺς ἥρωας;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.