Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[130]
τὸ μὲν οὖν ψευδῆ τὴν πόλιν δεικνύναι καὶ περὶ
τὰς δωρεὰς ἄπιστον καὶ τὸ τοὺς εὐεργέτας ἀδικεῖν, ἀφαιρουμένην
αὐτῶν τὰς ἀμοιβάς, καὶ πάντα τὰ τοιαῦτα ἐπ᾽ ἴσης κοινὰ ἀμφοτέροις
πρόσεστιν: ἀλλ᾽ ἐκεῖ μὲν οὐκ ἦν μηδὲν ὠφελῆσθαι τοὺς τὴν
ἀτέλειαν ἐσχηκότας: ἃ γὰρ ἐκτήσαντο ἐκ τῆς ἀφέσεως εἰς ἅπαν
αὐτοῖς ἔμεινε ὡς καὶ τὸν ἄλλον χρόνον ἔμελλον εὐπορώτεροι δι᾽ αὐτὴν ἔσεσθαι. τοῖς δέ γε τῆς εἰκόνος ἀφαιρεθεῖσιν ἐκ τοῦ τετιμῆσθαι
πρότερον οὐδ᾽ ὁτιοῦν περίεστι δίχα γε τῆς ὕβρεως καὶ τῆς
ἀτιμίας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.