Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[127]
καὶ γὰρ τὸν ἀθλητὴν τὸν φιλοτιμούμενον ἔτι καὶ
μηδέπω παραχωροῦντα τῆς ἰσχύος οὐ τοὺς νοσοῦντας εὔλογόν ἐστι
προκαλεῖσθαι τῶν καθ᾽ αὑτὸν ἐνδόξων οὐδὲ τοὺς τεθνεῶτας, ἀλλ᾽
εἰ μὲν εἶέν τινες ἐρρωμένοι, πρὸς ἐκείνους ἀγωνίζεσθαι περὶ τῆσνίκης: εἰ δὲ μή, τοιοῦτόν τι πρᾶξαι ζητεῖν, ὃ μηδενὸς αὐτὸν ἀσθενέστερον
δείξει τῶν πρότερον. ὁ μὲν οὖν ὑγιὴς οὗτός ἐστι περὶ
τῶν τοιούτων λόγος. εἰ δὲ ἄρα παρεῖναί τι δεῖ, μήτε πρὸς τοὺς
τότε, οἳ ἦσαν κράτιστοι, παραβάλλοντες ἐξετάζετε τὸ πρᾶγμα, μήτε
πρὸς τοὺς νῦν, οἳ μηδενὸς τῶν φαυλοτάτων διαφέρουσιν, ἀλλὰ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.