previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[10] λόγους οὔτε περὶ τὰ ἔργα. ὁρῶ δὲ οὐ μόνον ἀπὸ λόγων, ἀλλὰ καὶ ἀπὸ φιλοσοφίας ἄνδρας ἀγαθοὺς καὶ ἀξιολόγους γιγνομένους ἐν τῇ πόλει: ὑπὲρ ὧν ἐγὼ καὶ ἰδίᾳ τοὺς νέους καὶ κοινῇ, ὅταν καιρός, οὐκ ὀκνήσω παρακαλεῖν. καὶ τὸν δῆμον ὑμᾶς ἀξιῶ, μὲν ἔστι παρὰ τῶν κρατούντων, ταῦτα ἐλπίζειν ὡς ἐσόμενα καὶ εὔχεσθαι συμβαίνειν τινὰ τιμὴν δόξαν εὐπορίαν χρημάτων: δὲ ἔστι παῤ αὐτῶν, ἔχειν, εὐταξίᾳ τῶν ἄλλων δήμων διαφέροντας, αἰδοῖ, τῷ πείθεσθαι τοῖς ἀγαθοῖς ἀνδράσι, φιλεργίᾳ, σωφροσύνῃ τῇ περὶ τὸν καθ̓ ἡμέραν βίον, τῷ μήτε τῶν σωμάτων ἀμελεῖν μήτε τῆς ψυχῆς, καθ̓ ὅσον ἑκάστῳ σχολὴν δίδωσι τὰ αὑτοῦ πράγματα, [p. 70] τῷ προθύμως ἐκτρέφειν τέκνα καὶ παιδεύειν, τῷ παρέχειν Ἑλληνικὴν τῷ ὄντι καὶ ἀθόρυβον καὶ καθεστῶσαν τὴν πόλιν καὶ τὸ δριμὺ καὶ τὸ ἀνδρεῖον τῆς φύσεως καὶ τὴν σύνεσιν ἐπὶ τὰ μείζω καὶ καλλίω τρέπειν, διχοφροσύνης δὲ καὶ ταραχῆς καὶ τοῦ προσκρούειν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: