Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[156]
καὶ μυρία ἐῶ τῶν γιγνομένων, οἷον τὸ πολλάκις ἀνδρὸς σφόδρα
γέροντος εἰκόνι νέου τινὸς τὸ ὄνομα ἐπιγράφειν, θαυμαστήν τινα
οἶμαι δωρεὰν εὑρηκότων ὑμῶν, εἰ μετά γε τῆς τιμῆς καὶ τὴνἡλικίαν δίδοτε: καὶ πάλιν ἀθλητοῦ τινος ἀνδριάντα ἑστάναι, ὡς
ὄντα ἀνθρώπου παντελῶς ἀσθενοῦς καὶ μετρίου τὸ σῶμα. τὸ μὲν
γὰρ ἱππεύοντα τὸν δεῖνα ὁρᾶσθαι παρ᾽ ὑμῖν ἢ πολεμίῳ συνεστῶτα
ἢ στράτευμα ἐκτάσσοντα ἄνθρωπον οὐδεπώποτε τῆς γῆς ἁψάμενον
τοῖς αὑτοῦ ποσὶν καὶ ἀπὸ τῶν ὤμων καταβάντα τῶν φερόντωνοὐδὲν ἴσως ἄτοπον: ἀλλ᾽ ὁ δεῖνά γε ἕστηκε πυκτεύων παρ᾽ ὑμῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.