Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[81]
ὃν ἐδέοντο αὐτῶν ὑπομεῖναι. τὸν δὲ μάντιν τούτων Ἀγαμέμνων
ἐν τοῖς ἄνω ἔπεσί φησι μηδὲν πώποτε ἀληθὲς μαντεύεσθαι.
[p. 136]
μέχρι μὲν οὖν τούτων ἐφεξῆς οὐ πάνυ φαίνεται τῶν ἀνθρώπων
καταφρονῶν Ὅμηρος, ἀλλὰ τρόπον τινὰ ἔχεσθαι τἀληθοῦς, εἰ μή
γε τὰ περὶ τὴν ἁρπαγὴν οὐκ αὐτὸς ὡς γενόμενα διηγούμενος,
ἀλλ᾽ Ἕκτορα ποιήσας ὀνειδίζοντα Ἀλεξάνδρῳ καὶ Ἑλένην ὀδυρομένην
πρὸς Πρίαμον, καὶ αὐτὸν Ἀλέξανδρον μεμνημένον ἐν τῇσυνουσίᾳ τῇ πρὸς τὴν Ἑλένην, ὃ πάντων σαφέστατα ἔδει ῥηθῆναι
καὶ μετὰ πλείστης σπουδῆς: ἔτι δὲ καὶ τὰ περὶ τὴν μονομαχίαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.