Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[49]
ἐλθόντα δὲ μετὰ πολλοῦ πλούτου καὶ παρασκευῆς
ὡς ἐπὶ μνηστείαν, καὶ διαφέροντα κάλλει, εἰς λόγους αὐτὸν
καταστῆναι Τυνδάρεῴ τε καὶ τοῖς ἀδελφοῖς τῆς Ἑλένης, λέγοντα
περὶ τῆς ἀρχῆς τῆς Πριάμου καὶ τῶν χρημάτων τοῦ πλήθους καὶ
τῆς ἄλλης δυνάμεως, καὶ ὅτι αὑτοῦ γίγνοιτο ἡ βασιλεία: τὸν δὲ
[p. 128]
Μενέλαον ἰδιώτην ἔφη εἶναι: τοῖς γὰρ Ἀγαμέμνονος παισίν, ἀλλ᾽
οὐκ ἐκείνῳ τὴν ἀρχὴν προσήκειν: καὶ ὡς θεοφιλὴς εἴη καὶ ὡς ἡ
Ἀφροδίτη αὐτῷ ὑπόσχοιτο τὸν ἄριστον γάμον τῶν ἐν ἀνθρώποις:
αὐτὸς οὖν προκρῖναι τῆν ἐκείνου θυγατέρα, ἐξὸν αὐτῷ λαβεῖν ἐκ
τῆς Ἀσίας τινά, εἰ βούλοιτο, εἴτε τοῦ Αἰγυπτίων βασιλέως εἴτε
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.