Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[153]
τότε μὲν γὰρ
ἠλέγχετ᾽ ἂν ἡ τῆς ὕλης ἀσθένεια, νυνὶ δὲ ἡ κακία τῆς πόλεως
φαίνεσθαι δοκεῖ. τοιγαροῦν ὁμοίως δίδοτε τοὺς ἀνδριάντας,
ὥσπερ οἱ τὰς κόρας ταύτας ὠνούμενοι τοῖς παισίν. καὶ γὰρ
ἐκεῖνοι διδόασιν οὕτως, ὥστε μηδὲν λυπεῖσθαι μετ᾽ ὀλίγον
συντριβέντων.
ἆρα ἀγνοεῖτε τὴν προσοῦσαν αἰσχύνην τῷ πράγματι καὶ πόσον
γέλωτα ὄφλετε δημοσίᾳ ψευδόμενοι, καὶ ταῦτα φανερῶς οὕτως;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.