previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[26] τριβωνίῳ, μαίνεσθαί σε φήσουσιν. Σωκράτην διαφθείρειν τοὺς νέους ἔφασαν, εἰς τὸ θεῖον ἀσεβεῖν: καὶ οὐκ εἶπον ταῦτα μόνον: ἧττον γὰρ ἂν ἦν δεινὸν: ἀλλὰ καὶ ἀπέκτειναν αὐτόν, ἀνυποδησίας [p. 168] δίκην λαμβάνοντες. Ἀριστείδην ἐξωστράκισαν Ἀθηναῖοι, καίτοι πεπεισμένοι σαφῶς ὅτι δίκαιος ἦν. τί οὖν δεῖ δόξης ἐπιθυμεῖν, ἧς καὶ ἐὰν τύχῃ, πολλάκις οὐκ ἐπ̓ ἀγαθῷ πολλάκις ἀπώνατο; δέον πολλάκις εὐλαβεῖσθαι, κἄν ἄρα συμβαίνῃ τινί τῷ Βίωνι δοκεῖ μὴ δυνατὸν εἶναι τοῖς πολλοῖς ἀρέσκειν, εἰ μὴ πλακοῦντα γενόμενον Θάσιον: εὐήθως, ὡς ἐμοὶ δοκεῖν. πολλάκις γὰρ οὐδὲ ἐν δείπνῳ δέκα ἀνθρώπων πλακοῦς ἤρεσε πᾶσιν, ἀλλ̓ μὲν ἕωλον εἶναί φησιν, δὲ θερμόν, δὲ λίαν γλυκύν: εἰ μὴ νὴ Δία Βίων φησὶν ὅτι καὶ θερμὸν πλακοῦντα καὶ ἕωλον δεῖ γενέσθαι καὶ ψυχρόν. καθόλου δὲ οὐ τοιοῦτόν ἐστι τὸ πρᾶγμα: πόθεν;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: