previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[10] νῦν πολλῷ μᾶλλον, ὅτε ὑμᾶς σαφέστερον ἐπίσταμαι. πυνθάνομαι [p. 101] γὰρ ὥς τινες ἔδοξαν καὶ λόγος ἐρρύη τοιοῦτος ὡς ἐμὲ ἐμποδὼν γενόμενον τῷ συνάγεσθαι βουλήν: ἐπεὶ καὶ τόδε ἤκουσα ὡς πάντα ἁπλῶς νομίζουσι τὰ τῆς ἀρχῆς γίγνεσθαι κατὰ τὴν ἐμὴν γνώμην. ἐγὼ δὲ ἐκεῖνο μὲν οὐκ ἀφαιροῦμαι τὸν υἱόν, τὸ μηδὲν ἄκοντος ἂν ἐμοῦ ποιῆσαι τῶν ἐφ̓ ἑαυτῷ μηδὲ ἄλλως ἂν στοχαζόμενον καὶ τῆς ἐμῆς γνώμης: ὀμνύω δὲ μὴ προστάξαι μηδεπώποτε μηδέν, λέγω δὲ τῶν κοινῶν, τὸ δὲ συμβουλεύειν πατέρα ὄντα τὰ κρείττονα δοκοῦντα προστάγματος ἔχει τάξιν. καὶ διὰ τὴν ὑποψίαν ταύτην ἀπὸ χρόνου τινὸς οὐδὲ ταῖς βουλαῖς παρετύγχανον. τὸ γὰρ ἄρχειν αὐτὸν ἀξιώσαντα τῆς πόλεως, ὡς ἱκανὸν ὄντα βουλεύεσθαι ἤδη καὶ διοικεῖν τὰ κοινά, μεταξὺ δὲ ἔργῳ ποιεῖν ἰδιώτην καὶ τῆς ἐξουσίας τῆς κατὰ τὸν νόμον ἄκυρον οὔτε ἄλλως ἐπιεικὲς οὔτε ἴσως αὖ τοῖς τηλικούτοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: