Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[114]
διὰ τοῦτο οὖν ἀναγκαῖον ἦν μένειν
ὥσπερ κατ᾽ ἀρχὰς λῃστεύοντας, εἴ πως τῷ Πάριδι κάμνοντι διαλλάξειαν
αὑτοὺς καὶ πρὸς φιλίαν πράξαντες ἀπελθεῖν. ὡς δὲ
ἔκριναν ταῦτα, καὶ ἐποίουν πέραν μένοντες. κἀνταῦθα τοῖς Τρωσὶν
ἐπῆλθον ἐκ μὲν Αἰθιοπίας Μέμνων, αἱ δὲ Ἀμαζόνες ἐκ τοῦ Πόντου
βοηθοὶ καὶ ἄλλο πλῆθος ἐπικούρων, ὡς εὐτυχοῦντας ἐπυνθάνοντο
τὸν Πρίαμον καὶ τὸν Ἕκτορα καὶ τοὺς Ἀχαιοὺς ὅσον οὔπω διεφθαρμένους
πάντας, οἱ μέν τινες κατ᾽ εὔνοιαν, οἱ δὲ καὶ φόβῳ τῆς
δυνάμεως: οὐ γὰρ τοῖς ἡττημένοις οὐδὲ τοῖς κακῶς πράττουσιν,
ἀλλὰ τοῖς νικῶσι καὶ τοῖς περιγενομένοις ἀπάντων
πάντες ἐθέλουσι βοηθεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.