previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[11] καὶ ἐπιθυμῆσαι τρέφειν ἄνθρωπος, ἐὰν τύχῃ δούλη οὖσα; φέρε δὴ πρὸς θεῶν, εἰ δὲ δὴ προσομολογήσαιμί σοι τούτους εἶναί μου γονέας, οὓς σὺ φῄς, πόθεν οἶσθα περὶ τῆς ἐκείνων δουλείας; καὶ τοὺς γονέας αὐτῶν ἠπίστω σαφῶς καὶ ἕτοιμος εἶ καὶ περὶ ἐκείνων κατόμνυσθαι ἑκατέρου ὅτι ἐξ ἀμφοῖν δούλοιν γεγόνεσαν ἀμφότεροι, καὶ τοὺς ἔτι πρότερον καὶ ἐξ ἀρχῆς ἅπαντας; δῆλον γὰρ ὡς ἐάνπερ ἐλεύθερος τις τῶν ἐκ τοῦ γένους, οὐκέτι οἷόν τε τοὺς ἀπ̓ ἐκείνου δούλους ὀρθῶς νομίζεσθαι. τοῦτο δὲ οὐ δυνατόν ἐστιν, βέλτιστε, ὥς φασιν, ἐκ τοῦ παντὸς αἰῶνος εἶναί τι γένος ἀνθρώπων, ἐν οὐκ ἄπειροι μὲν ἐλεύθεροι γεγόνασιν, οὐκ ἐλάττους δὲ τούτων οἱ δεδουλευκότες: καὶ νὴ Δία τύραννοι καὶ βασιλεῖς καὶ δεσμῶται καὶ στιγματίαι καὶ κάπηλοι καὶ σκυτοτόμοι καὶ τἄλλα ὅσα ἐν ἀνθρώποις ἐστίν, ἁπάσας μὲν ἐργασίας, ἅπαντας

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: