Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[138]
δεῖ
δὴ ποιεῖσθαί τινα ἐπιμέλειαν, μὴ πάνυ τι πρᾴως μηδὲ ῥᾳθύμως
φέροντας τὴν εἰς τὰ ἄτιμα καὶ δοῦλα σώματα ὕβριν, οὐ ταύτῃ μόνον,
ᾗ κοινῇ τὸ ἀνθρώπινον γένος ἅπαν ἔντιμον καὶ ὁμότιμον ὑπὸ τοῦ
φύσαντος θεοῦ ταὐτὰ σημεῖα καὶ σύμβολα ἔχον τοῦ τιμᾶσθαι δικαίως
καὶ λόγον καὶ ἐμπειρίαν καλῶν τε καὶ αἰσχρῶν γέγονεν, ἀλλὰ
[p. 216]
κἀκεῖνο ἐνθυμουμένους, ὅτι χαλεπὸν ὕβρει τρεφομένῃ δι᾽ ἐξουσίαν
ὅρον τινὰ εὑρεῖν,ὃν οὐκ ἂν ἔτι τολμήσαι διὰ φόβον ὑπερβαίνειν:
ἀλλ᾽ ἀπὸ τῆς ἐν τοῖς ἐλάττοσι δοκοῦσι καὶ ἐφειμένοις μελέτης καὶ
συνηθείας ἀκάθεκτον τὴν ἰσχὺν καὶ ῥώμην λαβοῦσα οὐδενὸς ἔτι
φείδεται τῶν λοιπῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.