Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[86]
αἴτιος. καὶ μὴν ἐάν τις ἓν μόνον ἐκχαράξῃ ῥῆμα ἀπὸ στήλης
τινός, ἀποκτενεῖτε αὐτόν, οὐκέτι ἐξετάσαντες ὅ, τι ἦν ἢ περὶ τίνος,
καὶ εἰ δή τις ἐλθὼν οὗ τὰ δημόσια ὑμῖν γράμματά ἐστι κεραίαν
νόμου τινὸς ἢ ψηφίσματος μίαν μόνην συλλαβὴν ἐξαλείψειεν, οὕτως
ἕξετε ὥσπερ ἂν εἴ τις ἀπὸ τοῦ ἅρματός τι καθέλοι. οὐκοῦν ὁ τὴνἐπιγραφὴν ἀναιρῶν εἰκόνος τινὸς ἧττόν τι ποιεῖ τοῦ τὴν στήλην
ἀποχαράττοντος; καὶ μὴν ὅλον γε ἐξαλείφει τὸ ψήφισμα, καθ᾽ ὃ
τὴν τιμὴν ἐκεῖνος ἔλαβε, μᾶλλον δὲ ἄκυρον ποιεῖ γεγραμμένον. ἀλλ᾽
εἴ τις καταδικασθεὶς ὑπὲρ ὅτου δήποτε καὶ ζημίαν τινὰ ὀφλών,
λαθὼν ἢ διαπραξάμενος ἐξαλείψειεν ἑαυτόν, καταλύειν δόξει τὴνπολιτείαν: ὥστε δεινότερον ὑμῖν δοκεῖ τὸ ζημίας τινὰ ἀπαλλάττειν
αὑτὸν τοῦ τιμῆς ἀποστερεῖν ἄλλον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.