Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[85]
εἶτ᾽
οἶμαι καὶ τῆς τιμωρίας αὐτῆς τοῦτο μέρος οὐκ ἐλάχιστον δοκεῖ,
τὸ μηδὲ τὴν προσηγορίαν ἔτι φαίνεσθαι τοῦ προελθόντος εἰς τοῦτο
κακίας, ἀλλ᾽ ἠφανίσθαι παντελῶς, καθάπερ οἶμαι τὸ μὴ θάπτεσθαιτοὺς προδότας, ὅπως μηδὲν ᾖ σημεῖον εἰς αὖθις ἀνδρὸς
πονηροῦ. φέρε οὖν, ἐὰν εἴπῃ τις ἐπὶ τοῖς εὐεργέταις τοῦτο γίγνεσθαι
παρ᾽ ὑμῖν, ὃ παρὰ πολλοῖς ἔθος ἐστὶν ἐπὶ τοῖς κακούργοις,
ἆρ᾽ οὐ σφόδρα ἀλγήσετε; μὴ τοίνυν ἀχθεσθῆτε τῷ νῦν αὐτὸ δοκοῦντι
εἰρηκέναι: τοῦ γὰρ μηκέτι μηδ᾽ ἀεὶ λέγεσθαι γένοιτ᾽ ἂν ὑμῖν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.