previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[4] τοὺς πολλοὺς ἂν εὕροι τις μικροῦ δεῖν ἅπαντας. ἂν δὲ ψυχὴ ἔμφρων γένηται καὶ νοῦς ἀγαθὸς καὶ ἱκανοὶ ὦσι τά τε αὑτῶν πράγματα ὀρθῶς πράττειν καὶ τὰ τῶν ἄλλων, τούτους ἀνάγκη καὶ εὐδαιμόνως ζῆν, νομίμους ἄνδρας γενομένους καὶ ἀγαθοῦ δαίμονος τυχόντας καὶ φίλους ὄντας τοῖς θεοῖς. οὐ γὰρ ἄλλους μὲν φρονίμους εἰκὸς εἶναι, ἄλλους δὲ ἐμπείρους τῶν ἀνθρωπίνων πραγμάτων, οὐδὲ ἄλλους μὲν τἀνθρώπεια ἐπίστασθαι, ἄλλους δὲ τὰ θεῖα, οὐδὲ ἄλλους μὲν εἶναι τῶν θείων ἐπιστήμονας, ἄλλους δὲ ὁσίους, οὐδὲ ἄλλους μὲν ὁσίους, ἄλλους δὲ θεοφιλεῖς: οὐδὲ ἕτεροι μὲν ἔσονται θεοφιλεῖς, ἕτεροι δὲ εὐδαίμονες. οὐδὲ ἕτεροι μέν εἰσιν ἄνθρωποι ἄφρονες, ἕτεροι δ̓ ἀγνοοῦσι τὰ καθ̓ αὑτοὺς πράγματα: οὐδὲ οἵ τὰ σφέτερα πράγματα ἀγνοοῦσι, τὰ θεῖα ἴσασιν: οὐδὲ οἱ φαύλως περὶ τῶν θείων ὑπειληφότες οὐκ ἀνόσιοί εἰσιν. οὐδέ γε τοὺς ἀνοσίους οἷόν τε φίλους εἶναι θεοῖς,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: