Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[142]
ταῦτα δὴ ἀξιοῦντος
Ἕκτορος ἑλέσθαι τὸν Αἰνείαν, τὰ μὲν ἐκείνῳ χαριζόμενον, τὰ δὲ
ἐλπίζοντα μειζόνων τεύξεσθαι: οὕτως δὴ τὴν ἀποικίαν γενέσθαι
ἀπὸ ἰσχύος καὶ φρονήματος ὑπό τε ἀνθρώπων εὐτυχούντων παραχρῆμά
τε δυνηθῆναι καὶ εἰς αὖθις. ὁρῶντα δὲ Ἀντήνορα Αἰνείαν
στελλόμενον καὶ αὐτὸν ἐπιθυμῆσαι Εὐρώπης ἐπάρξαι, καὶ γενέσθαι
στόλον ἄλλον τοιοῦτον. πρὸς δὲ τούτοις ἐγκαλοῦντα Ἕλενον ὡς
ἐλαττούμενον Δηιφόβου δεηθῆναι τοῦ πατρός, καὶ λαβόντα ναῦς
καὶ στρατιὰν ὡς ἐφ᾽ ἕτοιμον τὴν Ἑλλάδα πλεῦσαι καὶ κατασχεῖν
ὅλην τὴν ἔκσπονδον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.