previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[7] ἀνόητον ἐξαιροῦντες πάντα τρόπον. καλὸν γὰρ δὴ καὶ συμφέρον ὁμοίως ἅπασι πόλιν ὁμογνώμονα ὁρᾶσθαι καὶ φίλην αὑτῇ καὶ συμπαθῆ κάλλιστον θεαμάτων, εὐδαιμονέστατον δὲ ἁπάντων κτημάτων μία γνώμη περὶ πάντων φαινομένη: ψόγον τε καὶ ἔπαινον ἐπὶ ταὐτὸ φέροντας, τοῖς τε ἀγαθοῖς καὶ τοῖς φαύλοις πιστὴν ἑκατέροις μαρτυρίαν καλὸν γάρ, ὥσπερ ἐν χορῷ τεταγμένῳ, συνᾴδειν ἓν καὶ ταὐτὸ μέλος, ἀλλὰ μὴ πονηροῦ τρόπον ὀργάνου διαφέρεσθαι διπλοῦς φθόγγους τε καὶ ἤχους ἀποφαίνοντας ἀπὸ διπλῶν καὶ ποικίλων ἠθῶν τρόπον αὐλοῦ κατεαγότος διπλᾶς φωνὰς ἐν σχεδὸν τε καταφρόνησις καὶ δυστυχία καὶ τὸ μηδὲν ἰσχύειν [p. 90] μήτε παῤ ἑαυτοῖς μήτε παρὰ τοῖς ἡγεμόσιν. οὔτε γὰρ τῶν ἀσυμφώνων φώνων χορῶν οὐδεὶς ἀκούει ῥᾳδίως ,τι λέγουσιν οὔτε τῶν διαφερομένων πόλεων. ὥσπερ γὰρ ἐν μιᾷ νηὶ πλέοντας οὐ δυνατὸν οἶμαι χωρὶς ἕκαστον σωτηρίας τυγχάνειν, ἀλλ̓ ἅμα πάντας, οὕτως

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: