Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[146]
καίτοι γε ἐγράφη παραχρῆμα τῶν ἔργων. οὐ γὰρ ἴσασιν
οἱ πολλοὶ τὸ ἀκριβές, ἀλλὰ φήμης ἀκούουσι μόνον, καὶ ταῦτα οἱ
γενόμενοι κατὰ τὸν χρόνον ἐκεῖνον: οἱ δέ δεύτεροι καὶ τρίτοι τελέως
ἄπειροι καὶ ὅ, τι ἄν εἴπῃ τις παραδέχονται ῥᾳδίως: ὁπότε τὸνΣκιρίτην μὲν λόχον ὀνομάζουσι Λακεδαιμονίων μηδεπώποτε γενόμενον,
ὥς φησι Θουκυδίδης, Ἁρμόδιον δὲ καὶ Ἀριστογείτονα πάντων
μάλιστα Ἀθηναῖοι τιμῶσιν, ὡς ἐλευθερώσαντας τὴν πόλιν
καὶ ἀνελόντας τὸν τύραννον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.