Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[84]
τρόπον τινὰ ἄκων καὶ ἀναφέρων εἰς τιμὴν τοῦ Ἀχιλλέως. καίτοι
θεοφιλῆ γ᾽ εἶναι τὴν πόλιν φησὶ καὶ Δία ἄντικρυς πεποίηκε λέγοντα
πασῶν τῶν ὑπὸ τὸν ἥλιον πόλεων τὸ Ἴλιον μάλιστα ἀγαπῆσαικαὶ τὸν Πρίαμον καὶ τὸν λαὸν αὐτοῦ. ἔπειτα ὀστράκου
μεταπεσόντος, φασί, τοσοῦτον μετέβαλεν ὥστε οἴκτιστα ἀνελεῖν
τὴν ἁπασῶν προσφιλεστάτην δι᾽ ἑνὸς ἀνδρὸς ἁμαρτίαν, εἴπερ
ἥμαρτεν. ὅμως δὲ οὐχ οἷός τέ ἐστιν ἀποκρύψαι τὰ τοῦ Ἕκτορος
ἔργα νικῶντος καὶ διώκοντος μέχρι τῶν νεῶν, ὁτὲ μὲν Ἄρει παραβάλλωναὐτόν, ὁτὲ δὲ φλογὶ λέγων τὴν ἀλκὴν ὅμοιον εἶναι, καὶ
πάντων αὐτὸν ἐκπεπληγμένων τῶν ἀρίστων, μηδενὸς δὲ ἁπλῶς
ὑπομένοντος αὐτόν, τοῦ τε Ἀπόλλωνος αὐτῷ παρισταμένου καὶ
τοῦ Διὸς ἄνωθεν ἐπισημαίνοντος ἀνέμῳ καὶ βροντῇ —
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.