Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[102]
ὡς δὲ ἑώρα αὐτὸν οὐ δυνάμενον βαστάσαι τὸ δόρυ τὰ ἄλλα ἐδίδου
δῆλον ὅτι προσεοικότα τῷ δόρατι, καὶ οὐκ ἐφοβεῖτο μὴ οὐ δύνηται
φέρειν αὐτά: ὥσπερ οὖν καί φησι συμβῆναι περὶ τὴν μάχην.
ἀλλὰ γὰρ εἴ τις ἅπαντα ἐλέγχοι, πολὺ ἂν ἔργον εἴη. τὸ γὰρ ψεῦδος
ἐξ αὑτοῦ φανερόν ἐστι τοῖς προσέχουσιν: ὥστε οὐδενὶ ἄδηλον
καὶ τῶν ὀλίγον νοῦν ἐχόντων ὅτι σχεδὸν ὑπόβλητός ἐστιν ὁ Πάτροκλος
καὶ τοῦτον ἀντήλλαξεν Ὅμηρος τοῦ Ἀχιλλέως, βουλόμενος τὸ
κατ᾽ ἐκεῖνον κρύψαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.