Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[47]
ἐγώ, ἔφη, καταλύσας ἐκεῖνον μέγας βασιλεὺς ἔσομαι; οἰ τούτου
γε ἕνεκα, εἶπεν ὁ Διογένης. οὐδὲ γὰρ τῶν παίδων ὁ νικήσας, ὅταν
παίζωσιν, ὡς αὐτοί φασι, βασιλέας, τῷ ὄντι βασιλεύς ἐστιν. οἱ
μέντοι παῖδες ἴσασιν ὅτι ὁ νενικηκὼς καὶ λεγόμενος βασιλεὺς σκυτοτόμου
υἱός ἐστιν ἢ τέκτονος, καὶ δεῖ μανθάνειν αὐτὸν τὴν τοῦπατρὸς τέχνην: ὁ δὲ ἀποδρὰς παίζει μεθ᾽ ἑτέρων, καὶ τότε μάλιστα
οἴεται σπουδάζειν ἐνίοτε δὲ καὶ δοῦλος καταλιπὼν τὸν δεσπότην.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.