Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[149]
ἴστε γὰρ Ἄκρατον ἐκεῖνον, ὃς τὴν οἰκουμένην σχεδὸν
ἅπασαν περιελθὼν τούτου χάριν καὶ μηδὲ κώμην παρεὶς μηδεμίαν,
ὡς κἀνθάδε ἧκε. λυπουμένων δ᾽ ὑμῶν, ὅπερ εἰκός, κατὰ θέαν
ἔφη παρεῖναι: μηδὲ γὰρ ἔχειν ἐξουσίαν μηδενὸς ἅψασθαι τῶνἐνθάδε. τοιγαροῦν δίχα τοῦ κοινοῦ τῆς ὄψεως κόσμου καὶ δόξαν
ὑμῖν ἑτέραν περιποιεῖ τὸ τῶν εἰκόνων πλῆθος. τῆς γὰρ πρὸς
τοὺς ἡγουμένους φιλίας καὶ τῆς παρ᾽ ἐκείνων ἐντροπῆς ἀπόδειξις
φαίνεται ταῦτα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.