This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[54]
ὅτι τοίνυν οὐθέν ἐστι τὸ τῆς ἀπογραφῆς οὐδὲ τὸ ἐν κοινῷ κεῖσθαι
πρὸς τὸ μὴ τῶν εἰληφότων εἶναι τοὺς ἀνδριάντας πάλαι μὲν ἴσως
ὑπάρχει δῆλον: ἀλλ᾽ ὥστε μηδ᾽ ἐπιχειρῆσαι μηδένα ἀντειπεῖν,
ἐκεῖνο ὑμῖν ἐρῶ. ἴστε που τοὺς Ἐφεσίους, ὅτι πολλὰ χρήματα παρ᾽
αὐτοῖς ἐστι, τὰ μὲν ἰδιωτῶν, ἀποκείμενα ἐν τῷ νεῲ τῆς Ἀρτέμιδος,
οὐκ Ἐφεσίων μόνον, ἀλλὰ καὶ ξένων καὶ τῶν ὁπόθεν δήποτε
ἀνθρώπων, τὰ δὲ καὶ δήμων καὶ βασιλέων, ἃ τιθέασι πάντες οἱ
τιθέντες ἀσφαλείας χάριν, οὐδενὸς οὐδεπώποτε τολμήσαντος ἀδικῆσαι
τὸν τόπον, καίτοι καὶ πολέμων ἤδη μυρίων γεγονότων καὶ
πολλάκις ἁλούσης τῆς πόλεως. οὐκοῦν ὡς ὅτι μὲν ἐν κοινῷ κεῖται
τὰ χρήματα δῆλόν ἐστιν: ἀλλὰ καὶ δημοσίᾳ κατὰ τὰς ἀπογραφὰς
ἔθος αὐτὰ τοῖς Ἐφεσίοις ἀπογράφεσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.