Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[138]
πῶς δέ, εἴπερ ἁλούσης Τροίας ἔφευγον οἱ περὶ τὸν Αἰνείαν
καὶ τὸν Ἀντήνορα καὶ τὸν Ἕλενον, οὐ πανταχόσε μᾶλλον ἔφευγονἢ εἰς τὴν Ἑλλάδα καὶ τὴν Εὐρώπην, οὐδὲ τόπον τινὰ ἠγάπων καταλαβόντες
τῆς Ἄσίας, ἀλλ᾽ εὐθὺς ἐπὶ τὴν ἐκείνων ἔπλεον ὑφ᾽ ὧν
ἀνάστατοι ἐγένοντο; πῶς δὲ ἐβασίλευσαν ἅπαντες οὐ σμικρῶν οὐδὲ
ἀνωνύμων χωρίων; ἐξὸν αὐτοῖς καὶ τὴν Ἑλλάδα κατασχεῖν; ἀλλ᾽
ἀπείχοντο διὰ τοὺς ὅρκους. ὅμως δὲ Ἕλενος οὐκ ὀλίγον αὐτῆσἀπετέμετο, τὴν Ἤπειρον: Ἀντήνωρ δὲ Ἑνετῶν ἐκράτησε καὶ γῆς
[p. 151]
ἀρίστης τῆς περὶ τὸν Ἀδρίαν: Αἰνείας δὲ πάσης Ἰταλίας ἐβασίλευσε
καὶ πόλιν ᾤκισε τὴν μεγίστην πασῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.