Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[147]
καὶ τί δεῖ τἀνθρώπεια λέγειν, ὅπου
τὸν μὲν Οὐρανὸν τολμῶσι λέγειν καὶ πείθουσιν ὡς ἐκτμηθένταὑπὸ τοῦ Κρόνου, τὸν Κρόνον δὲ ὑπὸ τοῦ Διός; τοῦ γὰρ πρώτου
καταλαβόντος, ὥσπερ εἴωθεν, ἄτοπον τὸ πεισθῆναί ἐστι.
βούλομαι δὲ καὶ περὶ Ὁμήρου ἀπολογήσασθαι, ὡς οὐκ ἀνάξιον
ὁμολογεῖν αὐτῷ ψευδομένῳ. πρῶτον μὲν γὰρ πολὺ ἐλάττω τὰ
[p. 153]
ψεύσματά ἐστι τῶν περὶ τοὺς θεούς: ἔπειτα ὠφέλειάν τινα εἶχε
τοῖς τότε Ἕλλησιν, ὅπως μὴ θορυβηθῶσιν, ἐὰν γένηται πόλεμος
αὐτοῖς πρὸς τοὺς ἐκ τῆς Ἀσίας, ὥσπερ καὶ προσεδοκᾶτο. ἀνεμέσητον
δὲ Ἕλληνα ὄντα τοὺς ἑαυτοῦ πάντα τρόπον ὠφελεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.