Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[36]
ἐνταῦθά φησι περὶ μόνης ἐρεῖν τῆς τοῦ Ἀχιλλέως μήνιδος καὶ τὰς
συμφορὰς καὶ τὸν ὄλεθρον τῶν Ἀχαιῶν, ὅτι πολλὰ καὶ δεινὰ ἔπαθον
[p. 125]
καὶ πολλοὶ ἀπώλοντο καὶ ἄταφοι ἔμειναν, ὡς ταῦτα μέγιστα τῶν
γενομένων καὶ ἄξια τῆς ποιήσεως, καὶ τὴν τοῦ Διὸς βουλὴν ἐν
τούτοις φησὶ τελεσθῆναι, ὥσπερ οὖν καὶ συνέβη: τὴν δὲ ὕστερον
μεταβολὴν τῶν πραγμάτων καὶ τὸν τοῦ Ἕκτορος θάνατον, ἃ ἔμελλε
χαριεῖσθαι, οὐ φαίνεται ὑποθέμενος, οὐδὲ ὅτι ὕστερον ἑάλω τὸ
Ἴλιον: ἴσως γὰρ οὐκ ἦν πω βεβουλευμένος ἀναστρέφειν ἅπαντα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.