Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[42]
τούτου δὲ αἴτιον ἔφη εἶναι ὅτι φιλήκοοί εἰσιν οἱ
Ἕλληνες: ἃ δ᾽ ἂν ἀκούσωσιν ἡδέως τινὸς λέγοντος, ταῦτα καὶ
ἀληθῆ νομίζουσι, καὶ τοῖς μὲν ποιηταῖς ἐπιτρέπουσιν ὅ,τι ἂν
θέλωσι ψεύδεσθαι καί φασιν ἐξεῖναι αὐτοῖς, ὅμως δὲ πιστεύουσινοἷς ἂν ἐκεῖνοι λέγωσι, καὶ μάρτυρας αὐτοὺς ἐπάγονται ἐνίοτε περὶ
ὧν ἀμφισβητοῦσι: παρὰ δὲ Αἰγυπτίοις μὴ ἐξεῖναι μηδὲν ἐμμέτρως
λέγεσθαι μηδὲ εἶναι ποίησιν τὸ παράπαν: ἐπίστασθαι γὰρ ὅτι
φάρμακον τοῦτο ἡδονῆς ἐστι πρὸς τὴν ἀκοήν. ὥσπερ οὖν οἱ διψῶντες
οὐδὲν δέονται οἴνου, ἀλλ᾽ ἀπόχρη αὐτοῖς ὕδατος πιεῖν,οὕτως οἱ τἀληθῆ εἰδέναι θέλοντες οὐδὲν δέονται μέτρων, ἀλλ᾽
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.