Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[94]
σχέδην δὲ καὶ ἐφιστάμενον, ὥσπερ αὐτός φησιν Ὅμηρος. συμπεσόντων
δὲ καὶ μαχομένων πάλιν, τὸν Ἀχιλλέα κάλλιστα ἀγωνίσασθαι
μετὰ τῶν αὑτοῦ, καὶ πολλοὺς ἀποκτεῖναι τῶν Τρώων καὶ
τῶν ἐπικούρων, ἄλλους τε καὶ τὸν Σαρπηδόνα τὸν τοῦ Διὸς υἱὸν
λεγόμενον εἶναι, βασιλέα Λυκίων: καὶ περὶ τὴν τοῦ ποταμοῦ διάβασιν
ἀποχωρούντων γενέσθαι φόνον πολύν, οὐ μέντοι προτροπάδην
φεύγειν αὐτούς, ἀλλὰ πολλὰς ἑκάστοτε ὑποστροφὰς γίγνεσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.